TM 70352
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
jur.pap.36_1
1 βασιλεύοντος βασιλέων Ἀρσάκου Εὐεργέτου Δικαίου Ἐπιφα-2 νοῦς καὶ Φιλέλληνος καὶ βασιλισσῶν Σιάκης τε τῆς ὁμοπατρίας
3 αὐτοῦ ἀδελφῆς καὶ γυναικὸς καὶ Ἀρυαζάτης τῆς ἐπικαλουμένη[ς]
4 Αὐτομὰ τῆς ἐγ* βασιλέως μεγάλου Τιγράνου καὶ γυναικὸς αὐτ[οῦ]
5 καὶ Ἀζάτης τῆς ὁμοπατρίας αὐτοῦ ἀδελφῆς καὶ γυναικός, ἔτους εκσ´
6 μηνὸς Ἀπελλαίου ἐν ὑπαρχείᾳ Βαισείροις πρὸς σταθμῷ Βαιθαβάρ̣-
7 τοις ἐν κώμῃ Κωπάνει ἐπὶ τῶν ὑπογεγραμμένων μαρτύρων. ἐξω-
8 μολογήσατο καὶ συνεγράψατο Βαράκης καὶ Σωβήνης οἱ τοῦ Μαι̣-
9 φόρρου υἱοὶ εἰληφέναι παρὰ Γαθάκου τοῦ Οἰπάτου ἀργυρίου ἐπισή-
10 μου δραχμὰς τριάκοντα τειμὴν ἀμπέλου τῆς οὔσης ἐν κώμῃ
11 Κωπάνει τὴν* ἐπονομαζομένην* Δαδβακανρὰς τὸ ἴδιον μέ-
12 ρος τὸ ἐπιβάλλον αὐτῷ μέρος παρὰ τῶν συνκλήρων μετὰ ὕδατος
13 καὶ ἀκροδρύοις καρποφόροις τε καὶ ἀκάρποις καὶ εἰσόδῳ καὶ ἐξόδῳ
14 καὶ τοῖς συνκύρουσιν εἰς αὐτὴν πᾶσιν. ἔστω τὸ ἓν μέρος Βαράκει κ[αὶ]
15 τὸ ἓν μέρος Γαθάκει, ἐφ' ᾧ παραλαβὼν ὁ δηλούμενος Γαθάκης̣
16 ἕξει τὴν ἀργυρώνητον ἄμπελον εἰς τὸν ἅπαντα χρόνον, αὐτός τε καὶ̣
17 τὰ ἔγγονα αὐτοῦ, τελῶντες* κατ’ ἐνιαυτὸν κοινῇ τὰ γεγραμμένα ἐν
18 τῇ παλαιᾷ συνγραφῇ πάντα ἀπὸ πλήρους. καὶ μὴ ἐξέστω τῷ Βαρά-
19 κει μηδὲ τῷ ἀδελφῷ αὐτοῦ μηδὲ τοῖς ἐγγόνοις αὐτῶν μηδὲ ἄλ-
20 λῷ μηθενὶ ὑπὲρ αὐτῶν ἐγβαλεῖν τὸν Γαθάκην ἐκ τῆς ἀργυρωνή-
21 του ἀμπέλου, μήτε αὐτὸν μηδὲ τὰ̣ [ἔγ]γο̣[ν]α α̣[ὐτοῦ]. ὃς ἂν δὲ ἐγβάλῃ
22 ἢ ἄλλου ἐγβαλλομένου μὴ καταστὰς διεξά̣[ξ]ῇ̣ καὶ μὴ καθα-
23 ρὰ ποιήσῃ, [ἔ]σται ἄκυρος καὶ προσαποτείσ[ει] [ἣ]ν ἔλαβεν τει-
24 μὴν* διπλ[ῆν] καὶ ἄλλας ἐπιτείμου* δραχμὰς [σ´] [κα]ὶ τῷ βασιλεῖ τὰς
25 ἴσας. ἐὰν [δὲ] [κ]αὶ ὁ Γαθάκης ὀλιγωρήσῃ τὴν [ἄμπε]λον καὶ μὴ ποι-
26 ήσῃ αὐτὴ̣[ν] <ἀν>έ̣παφον, ἀποτειννυέτω τὸ α[ὐτὸ] [ἐπί]τειμον*. κα[ὶ]
27 τὸ ὕδωρ παρὰ ὀγδόην ἡμέρας τὸ ἥμισυ καὶ̣ [τῆς] [ἐ]π̣αγωγῆς
28 νυκτὸς τὸ ἥμισυ. μάρτυρες Χοσστρόης Ὀρκαδά̣τ̣ου, [Ἀ]πάκης
29 Ὑστοβώγου, Μει[ριδ]ά̣της Ὀχοβάγου. καὶ κρεῶν λ̣ε̣´, ελος α´, ἄρτων κα̣(θαρῶν) ν´,
30 βοῦς η´, οἴνου κο(τύλας) [β´] [καὶ] ἐνβάθρου δρ(αχμὴν) α´.
jur.pap.36_2
31 βασιλεύοντος βα[σι]λ̣[έων] [Ἀρσ]ά̣[κ]ο̣[υ] [Εὐεργ]έτου Δικαίο[υ]32 [---] [Ἐ]π̣ιφανοῦς καὶ Φιλέλλη[νος] [καὶ] [β]ασιλισσῶν Σιάκης τε τῆς ὁμ[οπα]-
33 τ̣ρ̣ί̣ας αὐτοῦ ἀδελφῆς καὶ γ̣υ̣ν̣α̣ικὸς κα[ὶ] Ἀ[ρυα]ζάτης τῆς ἐπικαλ[ου]-
34 μένης Αὐτομὰ τῆς ἐγ* βασιλέως μεγάλου Τ[ιγρά]νου καὶ γυναικὸς
35 καὶ Ἀζάτης τῆς ὁμοπατρίας αὐτοῦ ἀδελφ[ῆς] [κα]ὶ γυναικός, ἔτους
36 εκσ´ μηνὸς Ἀπελλαίου ἐν ὑπαρχείᾳ Βαισεί̣ρ̣ο̣ι̣[ς] πρὸς σταθμῷ Βαι-
37 θαβάρτοις ἐν κώμῃ Κωπάνει ἐπὶ τῶν ὑπογεγραμμένων
38 μαρτύρων. ἐξωμολογήσατο καὶ συνεγράψατο Βαράκης
39 καὶ Σωβήν̣ης οἱ τοῦ Μαιφόρρου υἱοὶ εἰληφέναι παρὰ Γαθάκου
40 τοῦ Οἰπάτου υἱοῦ ἀργυρίου ἐπι̣σήμου δραχμὰς τεσσαράκοντα⟧ τει-
41 μὴν* ἀμπέλου τῆς οὔσης ἐν κ[ώμ]ῃ Κωπάνει τὴν* ἐπονομαζο-
42 μένην* Γανζακὴν τὸ ἴδιο̣ν μέρος τὸ ἐπιβάλλον αὐτῷ τὸ
43 ἴδιον μετὰ ἀκροδρύοις καρποφόροις τε καὶ ἀκάρποις καὶ εἰσό-
44 δῳ καὶ ἐξόδῳ καὶ τοῖς συνκύρουσιν εἰς αὐτὸν πᾶσιν, τὸ ἥμι-
45 συ Βαράκει καὶ τὸ ἥμισυ Γαθάκει, ἐφ' ᾧ παραλαβὼν ὁ δηλού-
46 μενος Γαθάκης̣ ἕξει εἰς τὸν ἅπαντα χρόνον, αὐτός τε καὶ τὰ
47 ἔγγονα αὐτοῦ εἰς τὸν ἅπαντα χρόνον, τελῶντες* κατ’ ἐνιαυ-
48 [τὸν] τῶν γινομένων ἐν τῇ συνγραφῇ πάντα ἀπὸ πλήρους
49 [κοινῇ] [?], καὶ μ[ὴ] [ἐ]ξέστω [τῷ] [Β]αράκει μηδὲ τοῖς ἐγγόνοις αὐ-
50 [τοῦ] [,] [μηδὲ] [τῷ] [ἀδελ]φῷ [μηδὲ] τῷ με̣τ̣α̣λαμβάνοντι τὴν ἄ̣[μ]-
51 [πελο]ν̣ π[αρ’] [αὐτῶν] [ἐγβ]α̣λ̣ε̣[ῖν] [μηδὲ] τ̣ὸ̣ν̣ Γ̣α̣θ̣ά̣κ̣η̣[ν] [,] [μηδὲ] [τὰ]
52 [ἔγγο]να αὐτοῦ. ὃς ἂν δὲ ἐγβά[λ]ῃ ἢ ἄλλου ἐγβαλλ[ομένου] [μὴ]
53 [κ]αταστὰς διεξάξῃ καὶ μὴ καθαρὰ ποιήσῃ, ἔ[σ]τ̣α̣[ι] [ἄκυρος]
54 [κ]αὶ προσαποτείσει ἣν ἔλαβεν τειμὴν διπλῆν κ[α]ὶ ἄλλα[ς] [ἐ]-
55 πιτείμου* δραχμὰς σ´ καὶ τῷ βασιλεῖ τὰς̣ ἴσας̣. ὁμοίως δὲ
56 καὶ ἐὰν ὁ Γαθάκης ὀλιγωρήσῃ τὴν ἄμπελον καὶ μὴ ποιή-
57 σῃ αὐτὴν <ἀν>έπαφον, ἀποτείσει τὸ αὐτὸ ἐπίτειμον*. ἕξει δὲ καὶ
58 τὸ ὕδωρ τὸ ἐπιβάλλον αὐτῷ μέρος μ[ετὰ] [τῶ]ν συν̣[κλ]ήρω̣[ν].
59 ἔγγυον δὲ καὶ συνέγδοτον κατέστησεν [Βαράκης] [καὶ] [Σωβήνης]
60 Χοσστρόην καὶ Ἀπάκην. μάρτυρες Δηνόβαζος Ορο[.....],
61 Μειριδατης Ὀχοβάγου, Φραάτης Συκυνήμα̣τ̣ος, Μαρζυ[...]
62 ρης. δώσει δὲ καὶ ὁ Γαθάκης τῷ Βαράκει ἐνβάθρου δρ(αχμὴν) α´, κρεῶν εκ
63 ἄρτων κα̣(θαρῶν) ν´, οἴνου κο(τύλας) β´ \κ[...]κε/ \,/ \[β]ο̣υ̣ς̣/ \η´/ δώσει δὲ καὶ Βαράκης Γαθάκει ἀπὸ λην[οῦ] [τὸ]
64a κα
64 ρ̣ύ̣μα καὶ απόρρυμα καὶ ινδα κ̣[..]ν̣ζην καὶ στέμφ[υ]λα ἀγέμιστ̣[α].
Display options
Text:
- original, uncorrected text with diacritics (omit)
- including line breaks (omit)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)