Unregistered user (3.140.196.3). Log in
I want to subscribe!

Have you remembered to use your institution's proxy or VPN?

Please log in or subscribe below:

I have a login

I want to subscribe

Please note that since 1 January 2020, full functionality of this page is reserved for registered users only.

X

TM 14029 Record to be adopted by: you?

Stable URI (with TM ID): www.trismegistos.org/text/14029

Information mentioned in this text

    TM 14029

    (text of Papyri.info of September 2016)

    Hover on a word for more info. Click on it to go to the detail page of the lemma.

    sb.5.7558

    ἀντίγραφον ἀναφορίου. Ἰουλίῳ Λουκούλλωι τῷ κρατίστῳ ἐπιστρατήγῳ παρὰ Γαίου Ἀπολιναρίου Νίγερος Ἀντινοέως Ὀσοραντινοείου τοῦ καὶ Ἑρμαιέως. Μάρκος Ἀνθέστιος Γέμελλος οὐετρανὸς τελευτῶν, διʼ ἧς ἔθετο διαθήκης, ἠθέλησεν κληρονόμον ἑαυτοῦ γενέσθαι τὴν θυγατέρα Οὐαλερίαν Τερτίαν τὴν καὶ Θαισάριον ἀφήλικα τῶν ἀπολειφθέντων ὑπὸ αὐτοῦ ἐν νομῷ Ἀρσινοείτῃ, ἧς τῆς ὀρφανίας κατέλειψεν ἐπιτρόπους μὲν ἐμὲ τὸν Ἀπολινάριον Νίγερα καὶ Οὐαλέριον Κόμωνα, ἐπακολουθήτριαν δὲ τὴν τῆς παιδὸς μάμμην Οὐαλερίαν Σεμπρονίλλαν. κεκελευσμένου οὖν, κύριε, υ῾πό τε Ἑρεννίου Φιλώτα τοῦ ἐπιστρατηγήσαντος καὶ Ἀντωνίνου Μάκρωνος ὁμοίως περὶ τοῦ Ἀντινοέα μηδενὸς ἄλλου ἐπιτροπεύειν ἢ μόνου τοῦ ἐν τῇ νομαρχίᾳ Ἀντινοέως, οὐ δυνάμενος οὖν οὐδὲ αὐτὸς ὑπακούειν ταύτῃ τῇ ἐνχειρισθείσῃ μοι ἐπιτροπῇ ἀξιῶ ὑποτάξας σοι τῷ κυρίῳ μου ἀντίγραφον τῶν ἐφʼ ὁμοίων ἀπαλλαγῆναι τούτου κατὰ τὰ κελευσθέντα καὶ τὸ δόξαν σοι κελεῦσαι γενέσθαι, ἵνα ὦ βεβοηθημένος. διευτύχει. ἔστι δὲ ἀντίγραφον. ἔτους ια Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Μεσορὴ ϛ. κληθέντος ἐκ βιβλιδίου Εὐδαίμονος Ἑρμαίου, προσελθόντος Διονυσίου, καὶ ἀναγνωσθέντος τοῦ ἐπιδοθέντος ὑπὸ αὐτοῦ βιβλιδίου, Φιλώτας εἶπεν · πόθεν ἦν ὁ καταλιπὼν Εὐδαίμονα ἐπίτροπον; Ἀπολλώνιος Νεώτερος εἶπεν · Ῥωμαῖος ὢν κατῴκησεν ἐν Ἰβιῶνι Πανυκτέρει. Φιλώτας εἰπεν · τοῦτο δικαίως ἀπέλεγεν, εἰ Ἀντινοεὺς ἦν ὁ καταστήσας αὐτὸν ἐπίτροπον · ἄλλῳ γὰρ οὐδενὶ ἀγώγιμός ἐστιν ἐπιτροπεύειν αὐτοῦ τῶν κτημάτων οὐχ ὑπαρχόντων ἐν τῇ νομαρχίᾳ. Ἀπολλώνιος εἶπεν · ἀποδείξομεν αὐτοὺς ἀντιλαβομένους τῆς ἐπιτροπῆς καὶ πάντα πεποιηκότας ὡς ἐπιτρόπους. Φιλώτας εἶπεν · ὅτι μὲν οὐκ ὀφείλει ὁ Εὐδαίμων ἐπιτροπεύειν, εἰ μὴ μόνου Ἀντινοέως κέκριται. εἰ δὲ ἀντελάβετο αὐτῆς τῆς ἐπιτροπῆς, τὸν κριτὴν καὶ λογοθέτας δώσω. Ἀπολλώνιος ὁ Νεώτερος εἶπεν · Εὐδαίμων Ἑρμαίου οὐκ ἀντελάβετο [........] αὐτοῦ ἀντελάβετο. Φιλώτας εἶπεν · Ἀντινοεὺς ἐστίν; Ἀντινοεὺς ἐστίν, ἀπεκρίνατο, ναὶ καὶ αἰτεῖ εὐεργεσίαν τὴν ἀπὸ σοῦ. Φιλώτας εἶπεν · δώσω κριτὴν καὶ λογοθέτην τὸν αὐτόν, ὃς ἐξετάσει, εἰ ἀντελάβετο τῆς ἐπιτροπῆς καὶ τοὺς λόγους ἐξετάσει καὶ ἐπαναγκάσει τὸ φανὲν παρὰ τοῖς ἐπιτηδείοις καὶ τῶι κατασταθησομένωι ἐπιτρόπῳ · ὁ δὲ τῆς Ἑρμουπόλεως ἐξηγητὴς προνοήσει ἐπίτροπον κατασταθῆναι. Θρακίδας εἶπεν · ἵνα μὴ δοκῶμεν σεσιωπηκέναι, ἀσφαλιζόμεθα [........]α ἥμισυ τάλαντα ὀφείλειν τῇ ὀρφανῇ. Φιλώτας εἶπεν · ἃ εἶπας, γέγραπται. Διόσκορος εἶπεν · ἀξιοῦμεν τὸν κατασταθησόμενον ἐπίτροπον ἐπὶ τοῖς αὐτοῖς δικαίοις κατασταθῆναι, ἐφʼ οἷς Εὐδαίμων κατὰ τὰς διαθήκας κατεστάθη. Φιλώτας εἶπεν · ἐπὶ τοῖς αὐτοῖς κατασταθῆναι. Διόσκορος εἶπεν · εἴ σοι δοκεῖ, δὸς ἡμῖν τὸν λογοθέτην. Φιλώτας εἶπεν Ἑρμίαν τὸν ἀγορανομήσαντα καὶ κοσμητεύσαντα. καὶ ἄλλου. Ἀντώνιος Μάκρων Ἀφροδισίῳ ἐνάρχωι ἐξηγητῇ Ἀντινουπόλεως χαίρειν · τῶν δὲ ὀρφανῶν Ἀντινοέων, περὶ ὧν γράφεις, τῶν μὲν ἐνθάδε πραγμάτων αὐτοῖς ἐπιτρόπους ἀξιοχρέους καὶ ἐπιτηδείους κατάστησον, τῶν δὲ ἐν ἄλλοις νομοῖς ἐπίστειλον τοῖς στρατηγοῖς, ἵνα [..........]ω καὶ αὐταὶ ἐπιτηδείους καὶ ἀξιοχρέους ἕλωνται. ἔτους κβ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Φαμενὼθ θ. ἀντίγραφον ὑπογραφῆς. παραγγείλῃ τοῖς οἰκείοις τῆς ὀρφανῆς, ἣ ἐνέτυχε μοι τὴν ἀξίωσιν σοῦ δοκιμαστήν. ἡ ἔκβασις τῆς διαλήμψεως, ἐάν ποτε ἀπαιτήσῃ τὴν ἐπιτροπήν, οὐκ ἀγνοεῖς, ὅτι δὴ καὶ εἰς τὸ παρεληλυθὸς τῷ σῷ κινδύνῳ ἀνεχώρησας. ἔτους ιγ, Παῦνι β. ἀπόδος.

Display options

Text:

- semi-regularized text without diacritics (add)

- omitting line breaks (add)

- omitting links to TM Words e.a. (add)

add all

Highlights:

- without highlights of Places (add)

- without highlights of People (add)

- without highlights of Gods (add)

- without highlights of Text Irregularities (add)

- without highlights of Dates (add)

add all highlights

Letters only:

- without exclusive highlights of Formulae (add)

Select a date from the left

Select an abbreviation from the left