TM 21344
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.mich.3.214_1
Πανίσκος τῇ συμβίῳ μου Πλουτογενίᾳ μητρὶ τῆς θυγατρός μου πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σοι τὴν ὁλοκληρίαν καθʼ ἑκάστην ἡμέραν παρὰ τοῖς θεοῖς πᾶσι. γινώσκειν σε οὖν θέλω, ἀδελφή, ὅτι ἐν Κόπτωι ἐμείναμεν ἐνγὺς τῆς ἀδελφῆς σου καὶ τῶν τέκνων αὐτῆς ὅπως μὴ λυπηθῇς ἐρχομένη ἐν τῇ Κόπτῳ · εἰσὶ γὰρ ἐνθάδε οἱ ἀδελφοί σου. ὅπερ καὶ σὺ πάντως βούλῃ αὐτὴν ἀσπάσασθαι πολλά, τοῖς θεοῖς εὔχεται καθʼ ἡμέραν βουλομένη σε ἀσπάζεσθαι μετὰ τῆς μητρός σου. δεξαμένη οὖν μου τὰ γράμματα ταῦτα ποίησόν σου τὰ κατὰ χεῖρα, ὅπως, ἐὰν πέμψω ἐπὶ σέν, τάχεως ἔλθῃς. καὶ ἔνεγ’κον ἐρχομένη ποκάρια ἐριδίων δέκα, ἐλαιῶν κεράμια ἕξ, στάγματος κεράμια τέσσαρα, καὶ τὸ ὅπλον μου τὸ καινὸν μόνον, τὸ κασίδιόν μου. φέρε καὶ τὰ λογχία μου. φέρε καὶ τὰ τοῦ παπυλίωνος σκεύη. ἐὰν εὕρητε εὐκαιρίαν, μετὰ ἀνθρώπων καλῶν δεῦτε. ἐρχέσθω μεθʼ ὑμῶν Νόννος. ἔνεγ’κον ἡμῶν πάντα τὰ ἱμάτια ἐρχομένη. ἔνεγ’κον ἐρχομένη σου τὰ χρυσία, ἀλλὰp.mich.3.214_2
μὴ αὐτὰ φορέσῃς ἐν τῷ πλοίῳ.p.mich.3.214_3
ἀσπάζομαι τὴν κυρίαν μου θυγατέραν Ἡλιοδώραν. ἀσπάζεται ὑμᾶς Ἑρμίας. ἀπόδος τῇ συμβίῳ μου καὶ τῇ θυγατρί μου παρὰ Πανίσκου πατρός.Display options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- with highlights of Text Irregularities (omit)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)