Unregistered user (52.14.214.177). Log in
I want to subscribe!

Have you remembered to use your institution's proxy or VPN?

Please log in or subscribe below:

I have a login

I want to subscribe

Please note that since 1 January 2020, full functionality of this page is reserved for registered users only.

X

TM 27090 Record to be adopted by: you?

Stable URI (with TM ID): www.trismegistos.org/text/27090

Information mentioned in this text

    TM 27090

    (text of Papyri.info of September 2016)

    Hover on a word for more info. Click on it to go to the detail page of the lemma.

    p.mich.8.477

    Κλαύδιος Τερεντιανὸς Κλαυδίῳ Τιβεριανῶι τῷ πατρὶ καὶ κυρίῳ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ εὐτυχεῖν, ὅ μοι εὐκταῖόν ἐστιν, τὸ προσκύνημά σου [...........] ποιούμενος καθʼ ἑκάστην ἡμέραν παρὰ τῷ κυρίῳ Σαράπιδι καὶ τοῖς συννάοις θεοῖς. ἐκομισάμην σου τὴν ἐπιστολὴν ἐξ ἧς ἐπέγνων ἀναπεπλευκέναι καὶ σὲ ἐν ᾧ εὕρηκας πλοίῳ ὑπάγοντι εἰς Ἀρσινοείτην. γινώσκειν σε θέλω ἀπεληλυθότα με παρακληθέντα τὸ γράμμα καταχωρίσαι καὶ ἠπορηκότα με δεόμενον αὐτοῦ οὗ ἐστιν εἰς τὸ ὄνομα τὸ γράμμα γεγραμμένον ἵνα καταγράψῃ. χωρὶς γὰρ αὐτοῦ οὐ δύναμαι αὐτὸ καταχωρίσαι. εὗρον δὲ καὶ Παπεῖριν Ἀπολλινᾶριν ᾧ ἐδήλωσα ἃ ἤκουσα τῶν νομικῶν, καὶ ἔλεγέ μοι ἄφες σὺ ἕως οὗ αὐτῷ ἐὰν ἦν δυνατὸν καταβῆναι. ἐπειδὴ σὺ τὰ σὰ ὀλιγωρεῖς ἐν τῇ χώρᾳ μένων, ἐν Ἀλεξανδρείᾳ ἀναμείναντός μου, γενοῦ ἐν Ἀλεξανδρείᾳ. ἀναβὰς εἰς τὴν χώραν ἀμελεῖς ὅλως αὐτῶν, ἀλλὰ καὶ ὧδε ὢν ἐκπλέξαι αὐτὰ ἠμέλησας [.] ἂν καταπλεύσῃς δύναται γενέσθαι [.]ος αν[.]βη ἀδιαφορεῖ. γράφεις μοι πεπομφέναι [.]ον διὰ Ἀνουβίωνος, οὐ δὲ οἶδέν σε γράψαντά μοι ὧδε καὶ ἐμοὶ οὐδὲν δέδωκεν. ἀφʼ ἧς ἀνέβης ἕως σήμερον πρώτιστα τὴν ἐπιστολὴν καὶ τὸ καλάθιον κεκόμισμαι διὰ Αὐρηλίου, καὶ μελησάτω σοι, κύριε πατήρ, γράψαι Ἀνουβίωνει μὴ ἐξουδενήσῃ με [...]ελθεῖν. ἄλλη γὰρ χάρις ἐστὶ [...]ε. οὔπω γὰρ εἰς πρόσωπον [..]ελθεῖν διακενῆς. καὶ ἐρωτῶ σε ἂν δύνῃ μοι ταχύτερον πέμψαι ὑπόδημα ἐπεὶ πολλὰ ὀνίναμαι αὐτῶν. οἶδας γὰρ ὅτι κοπιῶμεν ἄρτι διότι καθαιροῦμεν τὸν θόρυβον καὶ ἀκαταστασίαν τῆς πόλεως. καλῶς ποιήσεις καταπέμψαι μοι α[...]το αὐτοῦ καὶ Γεμέλλῳ τρία [...]να. γινώσκειν σε θέλω μετὰ τὸ ἄνω ἤδη σοι γεγραμμένον ἐνηνεγμένον μοι θ[...] ὑπὸ τοῦ πατρὸς Ἀνουβίωνος τὸ καλάθιον, καὶ τὸ τέλος νῦν πάρεστιν ἐμοί. ἐπειδὴ οὐχ εὕρηκα ἐγὼ πέμψαι διὰ τὸ νωθρεύεσθαί με, καλῶς οὖν ποιήσεις τὰ σὰ μετέωρα ἐκπλέξαι ταχέως καὶ καταπλεῦσαι πρὸς ἐμέ. ὁ γὰρ κάματος ἄρτι ἀγέλοιός ἐστιν καὶ ἂν δέον ἵνα τραφῶ ὑπὸ ἄλλου, ὡς ἀκούσεις παραγεινόμενος ἐπὶ τῆς πόλεως. ἀσπάζεταί σε πολλὰ Ἰσίδωρος καὶ Σεμπρώνιος καὶ πάντες οἱ φιλοῦντές σε ἐξ ἀληθείας παντελῶς καὶ Ζωτικὴν ἣν ἐρχόμενος κατενέγκεις μετὰ σοῦ συνειδὼς ὅτι μέλλομεν αὐτῆς χρῄζειν ἐνθάδε. ἄσπασαι πάντας τοὺς φιλοῦντάς σε κατʼ ὄνομα. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις.

Display options

Text:

- semi-regularized text without diacritics (add)

- omitting line breaks (add)

- omitting links to TM Words e.a. (add)

add all

Highlights:

- without highlights of Places (add)

- without highlights of People (add)

- without highlights of Gods (add)

- without highlights of Text Irregularities (add)

- without highlights of Dates (add)

add all highlights

Letters only:

- without exclusive highlights of Formulae (add)

Select a person from the left

Select a date from the left

Select an abbreviation from the left